- 텍스트

Plutarch, Quomodo adulator ab amico internoscatur, chapter, section 20

(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 20)

μὲν ἀληθινὸν καὶ φιλόκαλον καὶ λογικὸν ἐχούσης, τὸ δ ἄλογον καὶ φιλοψευδὲς καὶ παθητικόν, ὁ μὲν φίλος ἀεὶ τῷ κρείττονι πάρεστι σύμβουλος καὶ συνήγορος, ὥσπερ ἰατρὸς τὸ ὑγιαῖνον αὔξων καὶ διαφυλάττων, ὁ δὲ κόλαξ τῷ παθητικῷ καὶ ἀλόγῳ παρακάθηται, καὶ τοῦτο κνᾷ καὶ γαργαλίζει καὶ ἀναπείθει, καὶ ἀφίστησι τοῦ λογισμοῦ, μηχανώμενος αὐτῷ πονηράς τινας ἡδυπαθείας.? ὥσπερ οὖν τῶν σιτίων ἔστιν ἃ μήθ αἵματι προσφύεται μήτε πνεύματι, μηδὲ νεύροις τινὰ τόνον ἢ μυελοῖς προστίθησιν, ἀλλ αἰδοῖα παρακινεῖ καὶ κοιλίαν ἐγείρει καὶ σάρκα ποιεῖ σαθρὰν καὶ ὕπουλον, οὕτως ὁ τοῦ:

ἢ τὸ κακόηθες καὶ ἀνελεύθερον καὶ ἄπιστον ἀεί τισι διαβολαῖς καὶ προαισθήσεσι δριμὺ καὶ ψοφοδεὲς ποιῶν καὶ ὕποπτον οὐ διαφεύξεται τοὺς προσέχοντας.

ἀεὶ γὰρ ὑφορμεῖ τινι πάθει καὶ τοῦτο πιαίνει, καὶ πάρεστι βουβῶνος·

δίκην ἑκάστοτε τοῖς ὑπούλοις καὶ φλεγμαίνουσι τῆς ψυχῆς ἐπιγιγνόμενος. "ὀργίζῃ· "κόλασον. "ἐπιθυμεῖς· "ὤνησαι. "φοβῇ· "φύγωμεν. "ὑπονοεῖς· παρέξει μᾶλλον, ὅμοιος ὤν.

καὶ γὰρ ἐν ὑποψίᾳ κραιπάλης τινὸς ἢ πλησμονῆς γενόμενον καὶ διστάζοντα περὶ λουτροῦ καὶ τροφῆς· ὁ μὲν φίλος ἐφέξει, φυλάττεσθαι καὶ προσέχειν παραινῶν, ὁ δὲ κόλαξ εἰς τὸ βαλανεῖον ἕλκει, καὶ κελεύει νεαρόν τι παρατιθέναι καὶ μὴ κακοῦν ἀνατάσει τὸ σῶμα.

καὶ πρὸς ὁδὸν ἢ πλοῦν ἤ τινα πρᾶξιν ὁρῶν ἀπομαλακιζόμενον οὐ φήσει κατεπείγειν τὸν καιρόν, ἀλλὰ ταὐτὸ ποιήσειν ὑπερθεμένους ἢ πέμψαντας ἕτερον. ἂν δ ὑπεσχημένος ἀργύριον οἰκείῳ τινὶ δανείσειν ἢ ἐπιδώσειν μεταμέληται μὲν αἰδῆται δέ, τῇ χείρονι ῥοπῇ προστιθεὶς ἑαυτὸν ὁ κόλαξ ἐπέρρωσε τὴν εἰς τὸ βαλλάντιον γνώμην καὶ τὸ δυσωπούμενον ἐξέκοψεν, ὡς ἀναλίσκοντα πολλὰ καὶ πολλοῖς ἀρκεῖν ὀφείλοντα φείδεσθαι κελεύων.

ὅθεν εἰ μὴ λανθάνομεν ἑαυτοὺς ἐπιθυμοῦντες ἀναισχυντοῦντες ἀποδειλιῶντες, ὁ κόλαξ ἡμᾶς οὐ λήσεται.

ἔστι γὰρ συνηγορῶν ἀεὶ τούτοις τοῖς πάθεσι καὶ περὶ τὰς τούτων ἐκβάσεις παρρησιαζόμενος.

ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION