호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆς πόλεως καὶ τὸ κοινὸν ἀπὸ τῶν συμφερόντων οὐχὶ τὸ ὑμῖν αὐτοῖς ἰδίᾳ λυσιτελοῦν ὀφείλοντας σκοπεῖν, ἐάν τι τῶν ἀληθῶν μετὰ παρρησίας, ἀλλὰ μὴ καθ ἡδονὰς τὰς ὑμετέρας λέγω, μή μοι διὰ τοῦτ ἀπεχθάνεσθαι ἐνθυμουμένους, ὅτι οὐκ ἐπὶ λοιδορίᾳ καὶ προπηλακισμῷ τῆς ἀρχῆς ὑμῶν ποιήσομαι τοὺς λόγους, ἀλλ ἵνα δείξας, ἐν οἱῴ κλύδωνι τὰ πράγματα σαλεύει τῆς πόλεως, τὴν σωτηρίαν καὶ ἐπανόρθωσιν αὐτῶν ἥτις ἔσται φράσω.? ἅπασι μὲν γὰρ ἴσως, ὅσοις τῇ πατρίδι .
. . δωσιν, ἀναγκαῖός ἐστιν ὁ περὶ τῶν κοινῇ συμφερόντων λόγος, μάλιστα δ ἐμοί. πρῶτον μὲν γάρ, ὅτι γνώμης ἄρχειν ἠξίωμαι διὰ τιμήν: αἰσχύνη δὲ καὶ μωρία πολλὴ πρῶτον ἀναστάντα μὴ οὐχ ἃ δεῖ πρῶτον ἐπανορθώσασθαι λέγειν. ὄντι θείῳ πρὸς πατρὸς Ἀππίου τοῦ προεστηκότος τῆς δεκαδαρχίας ἥδεσθαί τε πάντων μάλιστα, ὅταν εὖ τὰ κοινὰ ὑπ αὐτῶν ἐπιτροπεύηται, καὶ ἀνιᾶσθαι παντὸς ὁτουδήτινος μᾶλλον, ὅταν μὴ καλῶς.
πρὸς δὲ τούτοις ὅτι ταύτην πολιτείας διαδέδεγμαι προαίρεσιν ἐκ προγόνων τὰ κοινὰ συμφέροντα πρὸ τῶν οἰκείων λυσιτελῶν αἱρεῖσθαι καὶ μηδένα κίνδυνον ἴδιον ὑπολογίζεσθαι, ἣν οὐκ ἂν προδοίην ἑκὼν εἶναι καὶ οὐκ ἂν καταισχύναιμι τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς.
περὶ μὲν οὖν τῆς καθεστώσης πολιτείας, ὅτι πονηρῶς ἡμῖν ἔχει, καὶ δυσχεραίνουσιν ὀλίγου δεῖν πάντες αὐτῇ, μέγιστον ὑμῖν γενέσθω τεκμήριον ὃ μόνον οὐδ ἀγνοεῖν ἔξεστιν ὑμῖν, ὅτι φεύγουσιν ἐκ τῆς πόλεως ὁσημέραι καταλιπόντες τὰς πατρῴας ἑστίας οἱ χαριέστατοι τῶν δημοτικῶν, οἱ μὲν εἰς τὰς πλησιοχώρους πόλεις ἅμα γυναιξὶ καὶ τέκνοις μετατιθέμενοι τὰς οἰκήσεις, οἱ δ εἰς τοὺς πλεῖστον ἀπέχοντας τῆς πόλεως ἀγρούς:
καὶ οὐδὲ τῶν πατρικίων πολλοὶ τὰς κατ ἄστυ ποιοῦνται διατριβὰς ὡς πρότερον, ἀλλὰ καὶ τούτων οἱ πλείους τὸν βίον ἔχουσιν ἐν τοῖς ἀγροῖς.
καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὅτε καὶ τῶν βουλευτῶν ὀλίγοι μέν τινες οἱ κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντες ὑμῖν ὑπομένουσιν ἐντὸς τείχους, οἱ δ ἄλλοι τὴν ἐρημίαν ποθεινοτέραν ἡγοῦνται τῆς πατρίδος·
μηδενὸς ἀπολείπεσθαι τῶν κοινῶν.
ἆρ οὐν τἀγαθὰ φεύγοντας ὑπολαμβάνετε ἀνθρώπους καταλιπεῖν τὰς ἑαυτῶν πατρίδας ἢ τὰ κακά· ἐγὼ μὲν γὰρ οἰόμαι τὰ κακά.
καίτοι τίνος ἔλαττον οἰέσθ εἶναι κακὸν πόλει καὶ ταῦτα τῇ Ῥωμαίων, ᾗ πολλῶν οἰκείων δεῖ σωμάτων, εἰ μέλλει βεβαίως καθέξειν τὴν τῶν προσοίκων ἀρχήν, τὸ καταλείπεσθαι μὲν ὑπὸ τῶν δημοτικῶν, ἐρημοῦσθαι δ ὑπὸ τῶν πατρικίων, οὔτε πολέμου κατασχόντος αὐτὴν οὔτε νόσου λοιμικῆς οὔτ ἄλλης θεηλάτου συμφορᾶς οὐδεμιᾶς·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기