- Πόσσις δ ἐν τρίτῳ Μαγνητικῶν τὸν Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι Ἀθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 45 1:3)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 45 1:3)
- Τίμαιος δέ φησιν ὡς Διονύσιος ὁ τύραννος τῇ τῶν Χοῶν ἑορτῇ τῷ πρώτῳ ἐκπιόντι χοᾶ ἆθλον ἔθηκε στέφανον χρυσοῦν: (Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 49 2:2)
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 49 2:2)
- τὴν δὲ τῶν Χοῶν ἑορτὴν τὴν Ἀθήνησιν ἐπιτελουμένην Φανόδημός φησι Δημοφῶντα τὸν βασιλέα. (Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 49 2:4)
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 49 2:4)
- τῇ δὲ ἑορτῇ τῶν Χοῶν ἔθος ἐστὶν Ἀθήνησι πέμπεσθαι δῶρά τε καὶ τοὺς μισθοὺς τοῖς σοφισταῖς, οἵπερ καὶ αὐτοὶ συνεκάλουν ἐπὶ ξένια τοὺς γνωρίμους, ὥς φησιν Εὐβουλίδης ὁ διαλεκτικὸς ἐν δράματι. (Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 49 3:2)
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 49 3:2)
- Ἀντίγονος δ ὁ Καρύστιος ἐν τῷ περὶ τοῦ Διονυσίου βίου τοῦ Ἡρακλεώτου τοῦ ἐπικληθέντος Μεταθεμένου φησὶ τὸν Διονύσιον τοῖς οἰκέταις συνεορτάζοντα ἐν τῇ τῶν Χοῶν ἑορτῇ καὶ μὴ δυνάμενον διὰ γῆρας χρῆσθαι ᾗ παρειλήφεσαν ἑταίρᾳ ὑποστρέψαντα εἰπεῖν πρὸς τοὺς συνδειπνοῦντας: (Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 50 1:1)
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 50 1:1)