παιδαριώδης?
Third declension Adjective;
자동번역
Transliteration: paidariōdēs
Principal Part:
παιδαριώδης
παιδαριώδες
Structure:
παιδαριωδη
(Stem)
+
ς
(Ending)
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἐνθυμούμενος δέ, ὅτι τὴν μὲν ποιητικὴν κατασκευὴν καὶ τὸ μετέωρον δὴ τοῦτο καὶ πομπικὸν εἰρημένον οὐδεὶς Ἰσοκράτους ἀμείνων ἐγένετο, παρέλιπον ἑκών, οὓς ᾔδειν ἧττον ἐν ταῖς ἰδέαις ταύταις κατορθοῦντας, Γοργίαν μὲν τὸν Λεοντῖνον ἐκπίπτοντα τοῦ μετρίου καὶ πολλαχοῦ παιδαριώδη γιγνόμενον ὁρῶν, Ἀλκιδάμαντα δὲ τὸν ἀκουστὴν αὐτοῦ παχύτερον ὄντα τὴν λέξιν καὶ κενότερον, Θεόδωρον δὲ τὸν Βυζάντιον ἀρχαῖόν τινα καὶ οὔτε ἐν ταῖς τέχναις ἀκριβῆ οὔτε ἐξέτασιν ἱκανὴν ἐν τοῖς ἐναγωνίοις δεδωκότα λόγοις, Ἀναξιμένην δὲ τὸν Λαμψακηνὸν ἐν ἁπάσαις μὲν ταῖς ἰδέαις τῶν λόγων τετράγωνόν τινα εἶναι βουλόμενον καὶ γὰρ ἱστορίας γέγραφε καὶ περὶ τοῦ ποιητοῦ συντάξεις καταλέλοιπε καὶ τέχνας ἐξενήνοχεν, ἧπται δὲ καὶ συμβουλευτικῶν καὶ δικανικῶν ἀγώνων, οὐ μέντοι τέλειόν γε ἐν οὐδεμιᾷ τούτων τῶν ἰδεῶν ἀλλ ἀσθενῆ καὶ ἀπίθανον ὄντα ἐν ἁπάσαις θεωρῶν. (Dionysius of Halicarnassus, chapter 193)
- ἀπολυθέντος δὲ τοῦ Σφοδρίου, καὶ τῶν Ἀθηναίων, ὡς ἐπύθοντο, πρὸς πόλεμον τραπομένων, σφόδρα κακῶς ὁ Ἀγησίλαος ἤκουσε, δι ἐπιθυμίαν ἄτοπον καὶ παιδαριώδη δοκῶν ἐμποδὼν γεγονέναι κρίσει δικαίᾳ, καὶ τὴν πόλιν παραίτιον ἀπειργάσθαι παρανομημάτων τηλικούτων εἰς τοὺς Ἕλληνας, ἐπεὶ δὲ τὸν Κλεόμβροτον οὐχ ἑώρα πρόθυμον ὄντα πολεμεῖν τοῖς Θηβαίοις, οὕτω δὴ χαίρειν τὸν νόμον ἐάσας ᾧ πρόσθεν ἐχρῆτο περὶ τῆς στρατείας, αὐτὸς εἰς Βοιωτίαν ἐνέβαλεν ἤδη καὶ κακῶς ἐποίει τοὺς Θηβαίους καὶ πάλιν ἀντέπασχεν, ὥστε καὶ τρωθέντος αὐτοῦ ποτε τὸν Ἀνταλκίδαν εἰπεῖν: (Plutarch, Agesilaus, chapter 26 1:1)
- ὧν ἐστιν ὅ τε φορτικὸς καὶ κενὸς καὶ παιδαριώδης ἐπιτάφιος καὶ τὸ τοῦ σοφιστικοῦ λήρου μεστὸν ἐγκώμιον εἰς Παυσανίαν. (Dionysius of Halicarnassus, De Demosthene, chapter 44 1:2)
- ὁ δὲ παιδαριώδης ἐκεῖνος καὶ τοῖς φίλοις δεδιὼς καὶ τοῖς οἰκέταις φανερὸς γενέσθαι διακείμενος ἐκ πλησμονῆς ἢ κραιπάλης ἀηδῶς, αἰσχυνόμενος ἀπεψίαν ὁμολογῆσαι τήμερον, αὔριον ὁμολογήσει κατάρροιαν ἢ πυρετὸν ἢ στρόφον: (Plutarch, De tuenda sanitate praecepta, chapter, section 11 9:2)
- ὁ δὲ Κάτων σφόδρα παροξυνθεὶς καὶ διακαείς ἐπεχείρησε μὲν ἐπεξελθεῖν διὰ δίκης, ὡς δὲ οἱ φίλοι τοῦτο ἐκώλυσαν, ὀργῇ καὶ νεότητι τρέψας ἑαυτὸν εἰς ἰάμβους πολλὰ τὸν Σκηπίωνα καθύβρισε, τῷ πικρῷ προσχρησάμενος τοῦ Ἀρχιλόχου, τὸ δὲ ἀκόλαστον ἀφεὶς καὶ παιδαριῶδες. (Plutarch, Cato the Younger, chapter 7 2:1)
- οἱ μὲν οὖν βασιλεῖς διὰ τὴν αὑτῶν τιμὴν οὕτως ἔχουσιν, οἱ δὲ καλοὶ κἀγαθοὶ διὰ τὴν γερουσίαν ἆθλον γὰρ ἡ ἀρχὴ αὕτη τῆς ἀρετῆς ἐστιν, ὁ δὲ δῆμος διὰ τὴν ἐφορείαν καθίσταται γὰρ ἐξ ἁπάντων - ἀλλ αἱρετὴν ἔδει τὴν ἀρχὴν εἶναι ταύτην ἐξ ἁπάντων μέν, μὴ τὸν τρόπον δὲ τοῦτον ὃν νῦν παιδαριώδης γάρ ἐστι λίαν. (Aristotle, Politics, Book 2 228:2)
- ἔτι δὲ καὶ τὴν αἱρ´εσιν ἣν ποιοῦνται τῶν γερόντων κατά τε τὴν κρίσιν ἐστὶ παιδαριώδης, καὶ τὸ αὐτὸν αἰτεῖσθαι τὸν ἀξιωθησόμενον τῆς ἀρχῆς οὐκ ὀρθῶς ἔχει: (Aristotle, Politics, Book 2 236:5)