- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

μειρακιώδης?

Third declension Adjective; 자동번역 Transliteration: meirakiōdēs

Principal Part: μειρακιώδης μειρακιώδες

Structure: μειρακιωδη (Stem) + ς (Ending)

Etym.: εἶδος

Sense

  1. becoming a youth, youthful
  2. puerile

Examples

  • οἱ δὲ μειρακιώδεις σχηματισμοὶ τῶν ἀντιθέτων τε καὶ παρομοιώσεων καὶ παρισώσεων, ἐν οἷς οἱ περὶ τὸν Γοργίαν μάλιστα ἐπλεόνασαν, ἥκιστα τῷ χαρακτῆρι τούτῳ προσήκοντες, αὐστηρὰν ἔχοντι τὴν ἀγωγὴν καὶ τοῦ κομψοῦ πλεῖστον ἀφεστηκότι, τοιοῦτοί τινές εἰσι παρὰ τῷ συγγραφεῖ: (Dionysius of Halicarnassus, De Thucydidis idiomatibus (epistula ad Ammaeum), chapter 171)
  • ὑπολαμβάνοντες δὲ οἱ κόλακες τὴν μειρακιώδη ταύτην τοῦ Ἀλεξάνδρου ἐπιθυμίαν προσεξέκαιον εὐθὺς καὶ ἀνεζωπύρουν ὀνείρατα διηγούμενοι τοῦ Ἡφαιστίωνος, ἐπιφανείας τινὰς καὶ ἰάματα προσάπτοντες αὐτῷ καὶ μαντείας ἐπιφημίζοντες: (Lucian, Calumniae non temere credundum, (no name) 17:5)
  • πρὶν δὲ τοῦτο ποιῆσαι ἐκ τῆς πρώτης διαβολῆς κεκινημένον, Ἡράκλεις, ὡς μειρακιῶδες καὶ ταπεινὸν καὶ πάντων οὐχ ἥκιστα ἄδικον. (Lucian, Calumniae non temere credundum, (no name) 31:4)
  • τέως μὲν γὰρ ἐδεδίειν, μὴ τινι ὑμῶν δόξαιμι κομιδῇ μειρακιώδη ταῦτα ποιεῖν καὶ παρ ἡλικίαν νεανιεύεσθαι, κᾆτά τις Ὁμηρικὸς νεανίσκος ἐπιπλήξειὲν μοι εἰπὼν τὸ σὴ δὲ βίη λέλυται, καὶ χαλεπὸν γῆρας κατείληφέ σε, ἠπεδανὸς δὲ νὺ τοι θεράπων, βραδέες δὲ τοι ἵπποι, ἐς τοὺς πόδας τοῦτο ἀποσκώπτων. (Lucian, Hercules, 7:4)
  • τῆς μέντοι ἀγωγῆς τῶν περιόδων τὸ κύκλιον καὶ τῶν σχηματισμῶν τῆς λέξεως τὸ μειρακιῶδες οὐκ ἐδοκίμαζον. (Dionysius of Halicarnassus, De Isocrate, chapter 12 1:2)
  • ὃς ἐλπίσας τὸν μὲν Θουκυδίδην ὑπερβαλεῖσθαι δεινότητι, τὸν δὲ Φίλιστον ἀποδείξειν παντάπασι φορτικὸν καὶ ἰδιώτην, διὰ μέσων ὠθεῖται τῇ ἱστορίᾳ τῶν μάλιστα κατωρθωμένων ἐκείνοις ἀγώνων καὶ ναυμαχιῶν καὶ δημηγοριῶν, οὐ μὰ Δία παρὰ Λύδιον ἁρ´μα πεζὸς οἰχνεύων ὥς φησι Πίνδαρος, ἀλλ ὅλως τις ὀψιμαθὴς καὶ μειρακιώδης φαινόμενος ἐν τούτοις, καὶ κατὰ τὸν Δίφιλον παχύς, ὠνθυλευμένος στέατι Σικελικῷ, πολλαχοῦ δ ὑπορρέων εἰς τὸν Ξέναρχον, ὥσπερ ὅταν λέγῃ τοῖς Ἀθηναίοις οἰωνὸν ἡγήσασθαι γεγονέναι τὸν ἀπὸ τῆς νίκης ἔχοντα τοὔνομα στρατηγὸν ἀντειπόντα πρὸς τὴν στρατηγίαν, καὶ τῇ περικοπῇ τῶν Ἑρμῶν προσημαίνειν αὐτοῖς τὸ δαιμόνιον, ὡς ὑπὸ Ἑρμοκράτους τοῦ Ἕρμωνος πλεῖστα πείσονται παρὰ τὸν πόλεμον: (Plutarch, , chapter 1 2:1)

Synonyms

  1. becoming a youth

  2. puerile

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION