- ὡς ἐκείνῳ γε ὄνομα ἦν παρ ἐμοὶ Κάνθαρος, καὶ ἐκόμα δὲ καὶ τό γένειον ἐτίλλετο καὶ τέχνην τὴν ἐμὴν ἠπίστατο ἀπέκειρεν γὰρ ἐν τῷ γναφείῳ καθήμενος ὁπόσον περιττὸν τοῖς ἱματίοις τῶν κροκύδων ἐπανθεῖ. (Lucian, Fugitivi, (no name) 28:2)
(루키아노스, Fugitivi, (no name) 28:2)
- καὶ ἄλλα τοιαῦτα λέγων ἀπὸ τοῦ ἱματίου ἀφελεῖν κροκύδα, καὶ ἐάν τι πρὸς τὸ τρίχωμα τῆς κεφαλῆς ὑπὸ πνεύματος προσενεχθῇ ἄχυρον, καρφολογῆσαι. (Theophrastus, Characters, 3:1)
(테오프라스토스, Characters, 3:1)
- σοὶ δ οὔτε χλαίνης θερμὴ κροκύς, οὔτε χιτῶνος ἔνδον ἀποσκλήσῃ δ ἀστέρα μεμφόμενος. (Unknown, Greek Anthology, Volume IV, book 11, chapter 37 1:1)
(작자 미상, Greek Anthology, Volume IV, book 11, chapter 37 1:1)
- ἡ καὶ ἔτ ἐκ βρέφεος κοιμωμένη Ἀντιοδημὶς πορφυρέων, Παφίης νοσσίς, ἐπὶ κροκύδων, ἡ τακεραῖς λεύσσουσα κόραις μαλακώτερον ὕπνου, Λύσιδος ἀλκυονίς, τερπνὸν ἄθυρμα Μέθης, ὑδατίνους φορέουσα βραχίονας, ἣ μόνη ὀστοῦν οὐ λάχεν ἧ᾿ν γὰρ ὅλη τοὐν ταλάροισι γάλἀ, Ἰταλίην ἤμειψεν, ἵνα πτολέμοιο καὶ αἰχμῆς ἀμπαύσῃ Ῥώμην μαλθακίνῃ χάριτι. (Unknown, Greek Anthology, Volume III, book 9, chapter 5671)
(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 5671)
- Τοῦ δ εἵνεκα προσεκτέον, ὅτι, ὁκόταν οἱ πόδες ψυχροὶ ἐώσι, θερμὴν ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν, καὶ ὑποτεταραγμένη, οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκύδας ἀφαιρέουσι, καὶ τὰς Ῥῖνας σκάλλουσι, καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον‧ δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι‧ ἢν δὲ τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ ξυντήκῃ, δοκέει μοι τὰ Ῥοφήματα ψυχρότερα καὶ παχύτερα προσφέρειν, καὶ τὰ πόματα στατικὰ καὶ οἰνωδέστερα ἢ καὶ στυπτικώτερα. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 7.8)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 7.8)