호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ τᾶς ἑπταφθόγγου μέλπων κιθάρας ἐνοπάν, ἅτ ἀγραύλοις κέρασιν ἐν ἀψύχοις ἀχεῖ μουσᾶν ὕμνους εὐαχήτους, σοὶ μομφάν, ὦ Λατοῦς παῖ, πρὸς τάνδ αὐγὰν αὐδάσω.? ἦλθές μοι χρυσῷ χαίταν μαρμαίρων, εὖτ ἐς κόλπους κρόκεα πέταλα φάρεσιν ἔδρεπον, ἀνθίζειν χρυσανταυγῆ: λευκοῖς δ ἐμφὺς καρποῖσιν χειρῶν εἰς ἄντρου κοίτας κραυγὰν Ὦ μᾶτέρ μ αὐδῶσαν θεὸς ὁμευνέτας ἆγες ἀναιδείᾳ Κύπριδι χάριν πράσσων. τίκτω δ ἁ δύστανός σοι κοῦρον, τὸν φρίκᾳ ματρὸς εἰς εὐνὰν βάλλω τὰν σάν, ἵνα με λέχεσι μελέαν μελέοις ἐζεύξω τὰν δύστανον. οἴμοι μοι: καὶ νῦν ἔρρει πτανοῖς ἁρπασθεὶς θοίνα παῖς μοι - καὶ σός, τλάμων: σὺ δὲ κιθάρᾳ κλάζεις παιᾶνας μέλπων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기