호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν ἰσάνεμόν τε ποδοῖν λαιψηροδρόμον Ἀχιλῆα, τὸν ἁ Θέτις τέκε καὶ Χείρων ἐξεπόνησεν, εἶδον αἰγιαλοῖς παρά τε κροκάλαις δρόμον ἔχοντα σὺν ὅπλοις:? ἅμιλλαν δ ἐπόνει ποδοῖν πρὸς ἁρ´μα τέτρωρον ἑλίσσων περὶ νίκας. ὁ δὲ διφρηλάτας ἐβοᾶτ, Εὔμηλος Φερητιάδας, ᾧ καλλίστους ἰδόμαν χρυσοδαιδάλτους στομίοις πώλους κέντρῳ θεινομένους, τοὺς μὲν μέσους ζυγίους λευκοστίκτῳ τριχὶ βαλιούς, τοὺς δ ἔξω σειροφόρους ἀντήρεις καμπαῖσι δρόμων, πυρσότριχας, μονόχαλα δ ὑπὸ σφυρὰ ποικιλοδέρμονας: οἷς παρεπάλλετο Πηλεΐδας σὺν ὅπλοισι παρ ἄντυγα καὶ σύ- ριγγας ἁρματείους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기