- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Δημήτραν? 19:

(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 19:)

ὣς ἔφαθ: ἣ δ ἐπένευσε καρήατι: ταὶ δὲ φαεινὰ πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι. ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλ ὦκα ἐλθούσας ἐκέλευε καλεῖν ἐπ ἀπείρονι μισθῷ. αἳ δ ὥστ ἢ ἔλαφοι ἢ πόρτιες εἰάρος ὡρ´ῃ ἅλλοντ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων ἠίξαν κοίλην κατ ἀμαξιτόν: ἀμφὶ δὲ χαῖται ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι. τέτμον δ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ κάλλιπον: αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς ἡγεῦνθ: ἣ δ ἄρ ὄπισθε φίλον τετιημένη ἦτορ στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη: ἀμφὶ δὲ πέπλος κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION