- ὁ δὲ κόλαξ τοῦτο τὸ ἔπος κἂν περὶ τῆς συβώτου καλύβης εἴποι, εἰ μόνον τι παρὰ τοῦ συβώτου λαβεῖν ἐλπίσειεν ὅπου Κύναιθος ὁ Δημητρίου τοῦ Πολιορκητοῦ κόλαξ ἁπάντων αὐτῷ τῶν πρὸς τὴν κολακείαν καταναλωμένων ἐπῄνει ὑπὸ βηχὸς ἐνοχλούμενον τὸν Δημήτριον, ὅτι ἐμμελῶς ἐχρέμπτετο. (Lucian, Pro imaginibus, (no name) 20:9)
(루키아노스, Pro imaginibus, (no name) 20:9)
- "εἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψοντος, ἀλλ ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν ἔτι νῦν τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ περίπατοι καὶ ἀγοραὶ καὶ ἀρχεῖα βοτηρικαὶ καλύβαι καὶ σταθμοὶ νομέων ἦσαν Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων· (Plutarch, De fortuna Romanorum, section 8 5:7)
(플루타르코스, De fortuna Romanorum, section 8 5:7)
- καὶ διεξελθὼν ἕλη βαθέα καὶ τάφρους ὕδατος καὶ πηλοῦ γεμούσας ἐπιτυγχάνει καλύβῃ λιμνουργοῦ γέροντος, ὃν περιπεσὼν ἱκέτευε γενέσθαι σωτῆρα καὶ βοηθὸν ἀνδρός, εἰ διαφύγοι τὰ παρόντα, μείζονας ἐλπίδων ἀμοιβὰς ἀποδώσοντος. (Plutarch, Caius Marius, chapter 37 5:1)
(플루타르코스, Caius Marius, chapter 37 5:1)
- χρόνου δὲ οὐ πολλοῦ διαγενομένου ψόφος αὐτῷ καὶ θόρυβος ἀπὸ τῆς καλύβης προσέπεσεν. (Plutarch, Caius Marius, chapter 38 1:1)
(플루타르코스, Caius Marius, chapter 38 1:1)
- Ἶλος δὲ γήμας Εὐρυδίκην τὴν Ἀδράστου Λαομέδοντα ἐγέννησεν, ὃς γαμεῖ Στρυμὼ τὴν Σκαμάνδρου, κατὰ δέ τινας Πλακίαν τὴν Ὀτρέως, κατ ἐνίους δὲ Λευκίππην, καὶ τεκνοῖ παῖδας μὲν Τιθωνὸν Λάμπον Κλυτίον Ἱκετάονα Ποδάρκην, θυγατέρας δὲ Ἡσιόνην καὶ Κίλλαν καὶ Ἀστυόχην, ἐκ δὲ νύμφης Καλύβης Βουκολίωνα. (Apollodorus, Library and Epitome, book 3, chapter 12 3:13)
(아폴로도로스, Library and Epitome, book 3, chapter 12 3:13)
- ὁ δὲ πατὴρ αὐτοῦ τὰ πλεῖστα τῆς οὐσίας ἀπεμπολήσας καὶ τὰ ὁμολογηθέντα ὑπὸ τῶν ἐγγυητῶν χρήματα ἀποδοὺς ἑαυτῷ χωρίον ἓν μικρὸν ὑπολειπόμενος πέραν τοῦ Τεβέριος ποταμοῦ, ἐν ᾧ ταπεινή τις ἦν καλύβη, γεωργῶν αὐτόθι μετὰ δούλων ὀλίγων ἐπίπονον καὶ ταλαίπωρον ἔζη βίον ὑπὸ λύπης τε καὶ πενίας, οὔτε πόλιν ὁρῶν οὔτε φίλους ἀσπαζόμενος οὔθ ἑορτάζων οὔτ ἄλλης εὐφροσύνης οὐδεμιᾶς ἑαυτῷ μεταδιδούς. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 10, chapter 8 6:2)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 8 6:2)
- ἔπειτα προσδραμόντος τινὸς καὶ κελεύσαντος κοσμιώτερον ἑαυτὸν ποιῆσαι παρελθὼν εἰς τὴν καλύβη καὶ ἀμφιεσάμενος προῆλθεν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 10, chapter 17 6:3)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 17 6:3)
- πηροδέτῳ δ ὃ γ ἱμάντι κατ αὐχένος ἅμμα λυγώσας, οἰκτρὸς ἀμυκήτῳ κάτθανε πάρ καλύβᾐ, ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε· (Unknown, Greek Anthology, Volume III, book 9, chapter 150 1:1)
(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 150 1:1)
- πηροδέτῳ δ ὃ γ ἱμάντι κατ αὐχένος ἅμμα πεδήσας οἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ. (Unknown, Greek Anthology, Volume III, book 9, chapter 255 1:1)
(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 255 1:1)