호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα: τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα: εὖτέ μοι Ἑρμῆς ἦλθ ἐριούνιος ἄγγελος ὠκὺς πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων, ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς, αὐτίκ ἐγὼν ἀνόρους ὑπὸ χάρματος: αὐτὰρ ὃ λάθρῃ ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ ἐδωδήν, ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι. ὡς δέ μ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης, ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις. ἡμεῖς μὲν μάλα πᾶσαι ἀν ἱμερτὸν λειμῶνα, Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ιἄνθη καὶ Μελίτη Ιἄχη τε Ῥόδειά τε Καλλιρόη τε Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις Χρυσηίς τ Ιἄνειρά τ Ἀκάστη τ Ἀδμήτη τε καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ ἐρατεινὴ Παλλάς τ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα, παίζομεν ἠδ ἄνθεα δρέπομεν χείρεσς ἐρόεντα, μίγδα κρόκον τ ἀγανὸν καὶ ἀγαλλίδας ἠδ ὑάκινθον καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι, νάρκισσόν θ, ὃν ἔφυς ὥς περ κρόκον εὐρεῖα χθών. αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι: γαῖα δ ἔνερθε χώρησεν: τῇ δ ἔκθορ ἄναξ κρατερὸς Πολυδέγμων: βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἁρ´μασι χρυσείοισι πόλλ ἀεκαζομένην: ἐβόησα δ ἄρ ὄρθια φωνῇ. ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ ἀγορεύω.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기