호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰή μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δ ἕτεροι ἀπέραντον: ἐγὼ δ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμ, αἰνέων αἰνητά, μομφὰν δ ἐπισπείρων ἀλιτροῖς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기