- πολλῶν δὲ σημείων μοχθηρῶν γενομένων, ὡς ἐν τῷ περὶ Ἐπαμεινώνδου γέγραπται, καὶ Προθόου τοῦ Λάκωνος ἐναντιουμένου πρὸς τὴν στρατείαν, οὐκ ἀνῆκεν ὁ Ἀγησίλαος, ἀλλ ἐξέπραξε τὸν πόλεμον, ἐλπίζων αὐτοῖς μὲν τῆς Ἑλλάδος ὅλης ὑπαρχούσης, ἐκσπόνδων δὲ τῶν Θηβαίων γενομένων, καιρὸν εἶναι δίκην λαβεῖν παρ αὐτῶν, δηλοῖ δὲ τὸ σὺν ὀργῇ μᾶλλον ἢ λογισμῷ γενέσθαι τὴν στρατείαν ἐκείνην ὁ καιρός, τῇ γὰρ τετράδι ἐπὶ δέκα τοῦ Σκιροφοριῶνος μηνὸς ἐποιήσαντο τὰς σπονδὰς ἐν Λακεδαίμονι, τῇ δὲ πέμπτῃ τοῦ Ἑκατομβαιῶνος ἡττήθησαν ἐν Λεύκτροις ἡμερῶν εἴκοσι διαγενομένων. (Plutarch, Agesilaus, chapter 28 4:1)
(플루타르코스, Agesilaus, chapter 28 4:1)
- ἀθλοθέται δ ἐν πρυτανείῳ δειπνοῦσι τὸν Ἑκατομβαιῶνα μῆνα, ὅταν ᾖ τὰ Παναθήναια, ἀρξάμενοι ἀπὸ τῆς τετράδος ἱσταμένου. (Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 62 2:7)
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 62 2:7)
- τοῦτο μὲν τοίνυν Βοιωτοῖς Ἱπποδρομίου μηνός, ὡς δ Ἀθηναῖοι καλοῦσιν Ἑκατομβαιῶνος, ἱσταμένου πέμπτῃ δύο λαβεῖν συνέβη νίκας ἐπιφανεστάτας, αἷς τοὺς Ἕλληνας ἠλευθέρωσαν, τήν τε περὶ Λεῦκτρα καὶ τήν ἐπὶ Κερησσῷ ταύτης πρότερον ἔτεσι πλείοσιν ἢ διακοσίοις, ὅτε Λατταμύαν καὶ Θεσσαλοὺς ἐνίκησαν. (Plutarch, Camillus, chapter 19 2:2)
(플루타르코스, Camillus, chapter 19 2:2)
- "τῷ δ ἐκεῖ καλουμένῳ βότρυι Νικοστρατείῳ τὸν Ἱππώνειον ἀντεκτρέφουσι βότρυν, ὃς ἀπὸ Ἑκατομβαιῶνος μηνὸς ὥσπερ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 68 5:2)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 68 5:2)
- τοῦ ἄρρενος ταύτην φησὶ διαφέρειν ὁ Ἀριστοτέλης τῷ ἔχειν ὑπὸ τῇ γαστρὶ πτερύγιον, ὃ καλεῖσθαι ἀθέρα ἐν δὲ τῷ περὶ ζῴων μορίων διιστὰς αὐτὴν τοῦ θύννου φησιν τοῦ θέρους τίκτειν περὶ τὸν Ἑκατομβαιῶνα θυλακοειδές, ἐν ᾧ πολλὰ γίνεσθαι μικρὰ ᾠά. (Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 672)
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 672)
- καὶ μετὰ ταῦτα διελθόντος τοῦ ἐνιαυτοῦ τούτου ἑκατομβαιών, μεταγειτνιών, βοηδρομιών: (Demosthenes, Speeches, 8:1)
(데모스테네스, Speeches, 8:1)