- Εἰς τὸ τέλος. τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφίαν τῷ Δαυΐδ, εἰς διδαχήν, (Septuagint, Liber Psalmorum 59:1)
(70인역 성경, 시편 59:1)
- προσεπιλέγειν δὲ τούτῳ τὸ τοῦ Διὸς σωτῆρος ὄνομα διδαχῆς καὶ μνήμης ἕνεκα τῶν πινόντων, ὅτι οὕτω πίνοντες ἀσφαλῶς σωθήσονται. (Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 7 1:2)
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 7 1:2)
- τούτων ἣ μὲν πλέον ἔχουσα τοῦ τεχνικοῦ τὸ φυσικὸν καὶ διδαχῆς ἐλάττονος δεομένη θαυμαστή τίς ἐστι παρὰ τῷ συγγραφεῖ: (Dionysius of Halicarnassus, , chapter 344)
(디오니시오스, , chapter 344)
- ὅσοι δ ἀδέκαστον τὴν διάνοιαν φυλάσσουσι καὶ τὴν ἐξέτασιν τῶν λόγων ἐπὶ τοὺς ὀρθοὺς κανόνας ἀναφέρουσιν, εἴ τε φυσικῆς τινος κρίσεως μετειληφότες εἴ τε καὶ διὰ διδαχῆς ἰσχυρὰ τὰ κριτήρια κατασκευάσαντες, οὔτε ἅπαντα ἐπαινοῦσιν ἐπ ἴσης οὔτε πρὸς ἅπαντα δυσχεραίνουσιν, ἀλλὰ τοῖς μὲν κατορθώμασι τὴν προσήκουσαν μαρτυρίαν ἀπονέμουσιν, εἰ δέ τι διημάρτηται μέρος ἐν αὐτοῖς, οὐκ ἐπαινοῦσιν. (Dionysius of Halicarnassus, , chapter 34 2:3)
(디오니시오스, , chapter 34 2:3)
- ταῖς γὰρ ἀλόγοις αἰσθήσεσιν ἅπαντα τὰ ὀχληρὰ καὶ ἡδέα κρίνεται, καὶ οὐθὲν δεῖ ταύταις οὔτε διδαχῆς οὔτε παραμυθίας. (Dionysius of Halicarnassus, De Demosthene, chapter 24 3:11)
(디오니시오스, De Demosthene, chapter 24 3:11)
- φύσεως μὲν γὰρ ἀρετὴν διαφθείρει ῥᾳθυμία, φαυλότητα δ ἐπανορθοῖ διδαχή: (Plutarch, De liberis educandis, section 4 6:2)
(플루타르코스, De liberis educandis, section 4 6:2)
- τούτων κοινωνὸν τῆς ἀρχῆς οὐδένα οἱό῀ς τ ἦν πειθοῖ καὶ διδαχῇ καὶ εὐεργεσίαις καὶ συγγενείαις ἀπεργασάμενος ποιήσασθαι, Δαρείου δὲ ἑπταπλασίῳ φαυλότερος ἐγένετο, ὃς οὐκ ἀδελφοῖς πιστεύσας οὐδ ὑφ αὑτοῦ τραφεῖσιν, κοινωνοῖς δὲ μόνον τῆς τοῦ Μήδου τε καὶ εὐνούχου χειρώσεως, διένειμέ τε μέρη μείζω ἕκαστα Σικελίας πάσης ἑπτά, καὶ πιστοῖς ἐχρήσατο τοῖς κοινωνοῖς καὶ οὐκ ἐπιτιθεμένοις οὔτε αὐτῷ οὔτε ἀλλήλοις, ἔδειξέν τε παράδειγμα οἱο῀ν χρὴ τὸν νομοθέτην καὶ βασιλέα τὸν ἀγαθὸν γίγνεσθαι: (Plato, Epistles, Letter 7 58:1)
(플라톤, Epistles, Letter 7 58:1)
- διαιρεῖται δ ἡ πᾶσα διδαχὴ εἰς εἴδη ἑπτά: (Pseudo-Plutarch, Placita Philosophorum, book 1, 12:1)
(위 플루타르코스, Placita Philosophorum, book 1, 12:1)
- γίνεσθαι δ ἀγαθοὺς οἰόνται οἳ μὲν φύσει οἳ δ ἔθει οἳ δὲ διδαχῇ. (Aristotle, Nicomachean Ethics, Book 10 131:4)
(아리스토텔레스, 니코마코스 윤리학, Book 10 131:4)
- ὁ δὲ λόγος καὶ ἡ διδαχὴ μή ποτ οὐκ ἐν ἅπασιν ἰσχύει, ἀλλὰ δεῖ προδιειργάσθαι τοῖς ἔθεσι τὴν τοῦ ἀκροατοῦ ψυχὴν πρὸς τὸ καλῶς χαίρειν καὶ μισεῖν, ὥσπερ γῆν τὴν θρέψουσαν τὸ σπέρμα. (Aristotle, Nicomachean Ethics, Book 10 132:1)
(아리스토텔레스, 니코마코스 윤리학, Book 10 132:1)