호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Σώκρατεσ, δοκεῖσ νεανιεύεσθαι ἐν τοῖσ λόγοισ ὡσ ἀληθῶσ δημηγόροσ ὤν· καὶ νῦν ταῦτα δημηγορεῖσ ταὐτὸν παθόντοσ Πώλου πάθοσ ὅπερ Γοργίου κατηγόρει πρὸσ σὲ παθεῖν. ἔφη γάρ που Γοργίαν ἐρωτώμενον ὑπὸ σοῦ, ἐὰν ἀφίκηται παρ’ αὐτὸν μὴ ἐπιστάμενοσ τὰ δίκαια ὁ τὴν ῥητορικὴν βουλόμενοσ μαθεῖν, εἰ διδάξοι αὐτὸν ὁ Γοργίασ, αἰσχυνθῆναι αὐτὸν καὶ φάναι διδάξειν διὰ τὸ ἔθοσ τῶν ἀνθρώπων, ὅτι ἀγανακτοῖεν ἂν εἴ τισ μὴ φαίη ‐ διὰ δὴ ταύτην τὴν ὁμολογίαν ἀναγκασθῆναι ἐναντία αὐτὸν αὑτῷ εἰπεῖν, σὲ δὲ αὐτὸ τοῦτο ἀγαπᾶν ‐ καί σου καταγελᾶν, ὥσ γέ μοι δοκεῖν ὀρθῶσ, τότε·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기