- 그-한 사전

헬라어(고대 그리스어, 희랍어)-한국어-영어 사전 Language

διαβατήρια?

형용사; 로마알파벳 전사: diabatēria 고전 발음: [디아바떼:리아] 신약 발음: [디아바떼리아]

기본형: διαβατήρια

  1. offerings before crossing the border

예문

  • τούτων μία, τοῦ στρατοῦ διαβάντος τὸν Εὐφράτην, ἐλθοῦσα πρός τινα πέτραν ἱερὰν τῆς θεοῦ νομιζομένην ἐπ αὐτῆς ἔστη, καὶ καταβαλοῦσα τὴν κεφαλὴν, ὥσπερ αἱ δεσμῷ κατατεινόμεναι, θῦσαι τῷ Λουκούλλῳ παρέσχεν αὑτήν, ἔθυσε δὲ καὶ τῷ Εὐφράτῃ ταῦρον διαβατήρια. (Plutarch, Lucullus, chapter 24 7:1)

    (플루타르코스, Lucullus, chapter 24 7:1)

  • ἐπεὶ δὲ θυσάμενος ὅσα ἔδει καὶ τἆλλα καὶ τὰ διαβατήρια ἐξῆλθε, ταῖς μὲν πόλεσι διαπέμψας ἀγγέλους προεῖπεν ὅσους τε δέοι ἑκασταχόθεν πέμπεσθαι καὶ ὅπου παρεῖναι, αὐτὸς δ ἐβουλήθη ἐλθὼν θῦσαι ἐν Αὐλίδι, ἔνθαπερ ὁ Ἀγαμέμνων ὅτ εἰς Τροίαν ἔπλει ἐθύετο. (Xenophon, Hellenica, , chapter 4 4:2)

    (크세노폰, Hellenica, , chapter 4 4:2)

  • ὁ δὲ Παυσανίας, ἐπεὶ τὰ διαβατήρια ἐγένετο αὐτῷ, καθεζόμενος ἐν Τεγέᾳ τούς τε ξεναγοὺς διέπεμπε καὶ τοὺς ἐκ τῶν περιοικίδων στρατιώτας περιέμενεν. (Xenophon, Hellenica, , chapter 5 9:1)

    (크세노폰, Hellenica, , chapter 5 9:1)

  • ὁ δὲ Ἀγησίπολις ἐπεὶ ἔγνω ὅτι εἰή αὐτῷ ἡγητέον τῆς φρουρᾶς καὶ τὰ διαβατήρια θυομένῳ ἐγένετο, ἐλθὼν εἰς Ὀλυμπίαν καὶ χρηστηριαζόμενος ἐπηρώτα τὸν θεὸν εἰ ὁσίως ἂν ἔχοι αὐτῷ μὴ δεχομένῳ τὰς σπονδὰς τῶν Ἀργείων, ὅτι οὐχ ὁπότε καθήκοι ὁ χρόνος, ἀλλ ὁπότε ἐμβάλλειν μέλλοιεν Λακεδαιμόνιοι, τότε ὑπέφερον τοὺς μῆνας. (Xenophon, Hellenica, , chapter 7 4:2)

    (크세노폰, Hellenica, , chapter 7 4:2)

  • ἐπειδὴ δὲ ἐγένετο τὰ διαβατήρια, ἀφικόμενος εἰς τὴν Τεγέαν διέπεμπε τῶν μὲν ἱππέων κατὰ τοὺς περιοίκους ἐπισπεύσοντας, διέπεμπε δὲ καὶ ξεναγοὺς εἰς τὰς πόλεις. (Xenophon, Hellenica, , chapter 1 42:2)

    (크세노폰, Hellenica, , chapter 1 42:2)

관련어

명사

형용사

동사

출처: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

이 단어를 Perseus Greek Word Study Tool에서 찾기

SEARCH

MENU NAVIGATION