- καὶ γὰρ οὗτος ὦ φίλ Ἄπολλον <ἀεὶ> πεινῇ, θαλεροῖς δακρύοις σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι. (Aristotle, Parabasis, strophe2)
(아리스토텔레스, Parabasis, strophe2)
- εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων: (Anonymous, Homeric Hymns, 18:3)
(익명 저작, Homeric Hymns, 18:3)
- ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲν παλαίφατον τέλεσσεν. (Pindar, Odes, olympian odes, olympian 2 12:1)
(핀다르, Odes, olympian odes, olympian 2 12:1)
- Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο, Πυθῶνι δ ὁμόκλαρον ἐς ἀδελφεὸν Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων ἄγαγον. (Pindar, Odes, olympian odes, olympian 2 15:1)
(핀다르, Odes, olympian odes, olympian 2 15:1)
- βασιλεὺς δ ἐπεὶ πετραέσσας ἐλαύνων ἵκετ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι: (Pindar, Odes, olympian odes, olympian 6 15:1)
(핀다르, Odes, olympian odes, olympian 6 15:1)
- Ἄπολλον - ὅς που Δῆλον ἢ Πυθῶν ἔχεις. (Aristophanes, Frogs, Lyric-Scene, iambics71)
(아리스토파네스, Frogs, Lyric-Scene, iambics71)
- ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται εἴτε Πύθων ἐποίησεν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος. (Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 35 2:4)
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 35 2:4)
- ποιήσειν εἰ μὴ τὸν βίον ἐπανορθώσοιτο,1 εἰπόντος τοῦ Λυσάνδρου ὅτι καὶ Ἀγησίλαος, ὅτε διέτριβεν περὶ τὸν Ἑλλήσποντον πολεμῶν τοῖς βαρβάροις, ὁρῶν τοὺς Ἀσιαγενεῖς ταῖς μὲν στολαῖς πολυτελῶς ἠσκημένους, τοῖς σώμασιν δ οὕτως ἀχρείους ὄντας, γυμνοὺς πάντας ἐκέλευσε τοὺς ἁλισκομένους ἐπὶ τὸν κήρυκα ἄγειν καὶ χωρὶς πωλεῖν τὸν τούτων ἱματισμόν, ὅπως οἱ σύμμαχοι γιγνώσκοντες διότι πρὸς μὲν ἆθλα μεγάλα, πρὸς δ ἄνδρας εὐτελεῖς ὁ ἀγὼν συνέστηκε, προθυμότερον ταῖς ψυχαῖς ὁρμῶσιν ἐπὶ τοὺς ἐναντίους, καὶ Πύθων δ ὁ Βυζάντιος ῥήτωρ, ὡς Λέων ἱστορεῖ ὁ πολίτης αὐτοῦ, πάνυ ἦν παχὺς τὸ σῶμα: (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 74 3:1)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 74 3:1)
- ὁ δὲ γράψας τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον, εἴτε Πύθων ἐστὶν ὁ Καταναῖος ἢ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος, φησίν: (Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 50 4:1)
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 50 4:1)
- συνεπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον γεγραφώς, ὅπερ ἐδίδαξεν Διονυσίων ὄντων ἐπὶ τοῦ Ὑδάσπου ποταμοῦ, εἴτε Πύθων ἦν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεύς, ἐδιδάχθη δὲ τὸ δρᾶμα ἤδη φυγόντος τοῦ Ἁρπάλου ἐπὶ θάλατταν καὶ ἀποστάντος. (Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 68 1:1)
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 68 1:1)