- ἤδη δ ὃ λέγω κἀκεῖνος ἐνεθυμήθη, ὡς ἡδὺ χρῆμα ἐν ἱστορίας γραφῇ μεταβολὴ καὶ ποικίλον, καὶ τοῦτο ἐν δύο ἢ τρισὶ τόποις ἐποίησεν, ἐπί τε τῆς Ὀδρυσῶν ἀρχῆς, δι ἃς αἰτίας ἐγένετο μεγάλη, καὶ ἐπὶ τῶν ἐν Σικελίᾳ πόλεων. (Dionysius of Halicarnassus, Epistula ad Pompeium Geminum, chapter 3 12:3)
(디오니시오스, Epistula ad Pompeium Geminum, chapter 3 12:3)
- Τήρης δὲ Ὀδρυσῶν βασιλεύς, καθά φησι Θεόπομπος, δύο καὶ ἐνενήκοντα ἐτῶν ἐτελεύτησεν. (Lucian, Macrobii, (no name) 10:7)
(루키아노스, Macrobii, (no name) 10:7)
- καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παῤ Ὀδρύσαις χιλιαρχεῖν ἐά. (Lucian, Dialogi meretricii, 4:14)
(루키아노스, Dialogi meretricii, 4:14)
- ἃ δὲ φοβοῦνταί τινες μὴ ἀπορρηγνύωνται τοὺς ὤμους κατὰ τὰ πρανῆ ἐλαυνόμενοι, θαρρούντων μαθόντες ὅτι Πέρσαι καὶ Ὀδρύσαι ἅπαντες τὰ κατάντη ἁμιλλώμενοι οὐδὲν ἧττον τῶν Ἑλλήνων ὑγιεῖς τοὺς ἵππους ἔχουσι. (Xenophon, Minor Works, , chapter 8 7:2)
(크세노폰, Minor Works, , chapter 8 7:2)
- κατὰ δὲ τὸ εὐώνυμον ἐς ἐπικαμπὴν οἵ τε Θρᾷκες ἐτετάχατο, ὧν ἡγεῖτο Σιτάλκης, καὶ ἐπὶ τούτοις οἱ ξύμμαχοι ἱππεῖς, ὧν ἦρχε Κοίρανος, ἐπὶ δὲ οἱ Ὀδρύσαι ἱππεῖς, ὧν ἡγεῖτο Ἀγάθων ὁ Τυρίμμα. (Arrian, Anabasis, book 3, chapter 12 4:3)
(아리아노스, Anabasis, book 3, chapter 12 4:3)
- ἐπεὶ ταῦτα ἤκουσεν ὁ Ὀδρύσης, εἶπεν: (Xenophon, Anabasis, , chapter 7 14:1)
(크세노폰, Anabasis, , chapter 7 14:1)
- ὁμοίως διαπορεῖ καὶ πῶς ἐκ τῶν ὑπὲρ τὸν Βορυσθένην νομάδων ἀφῖχθαι συμμαχίαν τοῖς Τρωσί τις νομίσειεν, ἐπαινεῖ δὲ μάλιστα τὴν Ἑκαταίου τοῦ Μιλησίου καὶ Μενεκράτους τοῦ Ἐλαΐτου τῶν Ξενοκράτους γνωρίμων ἀνδρὸς δόξαν καὶ τὴν Παλαιφάτου, ὧν ὁ μὲν ἐν γῆς περιόδῳ φησίν ἐπὶ δ Ἀλαζίᾳ πόλι ποταμὸς Ὀδρύσης ῥέων διὰ Μυγδονίης πεδίου ἀπὸ δύσιος ἐκ τῆς λίμνης τῆς Δασκυλίτιδος ἐς Ῥύνδακον ἐσβάλλει. (Strabo, Geography, Book 12, chapter 3 40:7)
(스트라본, 지리학, Book 12, chapter 3 40:7)
- ἔρημον δὲ εἶναι νῦν τὴν Ἀλαζίαν λέγει, κώμας δὲ πολλὰς τῶν Ἀλαζώνων οἰκεῖσθαι, δι ὧν Ὀδρύσης ῥεῖ, ἐν δὲ ταύταις τὸν Ἀπόλλωνα τιμᾶσθαι διαφερόντως, καὶ μάλιστα κατὰ τὴν ἐφορίαν τῶν Κυζικηνῶν. (Strabo, Geography, Book 12, chapter 3 40:8)
(스트라본, 지리학, Book 12, chapter 3 40:8)