호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὦ Κλεόμβροτε, εἰ ἀφήσεισ τοὺσ Θηβαίουσ ἄνευ μάχησ, κινδυνεύσεισ ὑπὸ τῆσ πόλεωσ τὰ ἔσχατα παθεῖν. ἀναμνησθήσονται γάρ σου καὶ ὅτε εἰσ Κυνὸσ κεφαλὰσ ἀφικόμενοσ οὐδὲν τῆσ χώρασ τῶν Θηβαίων ἐδῄωσασ, καὶ ὅτε ὕστερον στρατεύων ἀπεκρούσθησ τῆσ ἐμβολῆσ, Ἀγησιλάου ἀεὶ ἐμβάλλοντοσ διὰ τοῦ Κιθαιρῶνοσ. εἴπερ οὖν ἢ σαυτοῦ κήδῃ ἢ τῆσ πατρίδοσ ἐπιθυμεῖσ, ἀκτέον ἐπὶ τοὺσ ἄνδρασ. οἱ μὲν φίλοι τοιαῦτα ἔλεγον· οἱ δ’ ἐναντίοι· Νῦν δή, ἔφασαν, δηλώσει ὁ ἀνὴρ εἰ τῷ ὄντι κήδεται τῶν Θηβαίων, ὥσπερ λέγεται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기