호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτων δὴ τῶν λόγων ὁ Τισσαφέρνησ φιλοφρονούμενοσ τότε μὲν μένειν τε αὐτὸν ἐκέλευε καὶ σύνδειπνον ἐποιήσατο. τῇ δὲ ὑστεραίᾳ ὁ Κλέαρχοσ ἐλθὼν ἐπὶ τὸ στρατόπεδον δῆλόσ τ’ ἦν πάνυ φιλικῶσ οἰόμενοσ διακεῖσθαι τῷ Τισσαφέρνει καὶ ἃ ἔλεγεν ἐκεῖνοσ ἀπήγγελλεν, ἔφη τε χρῆναι ἰέναι παρὰ Τισσαφέρνην οὓσ ἐκέλευεν, καὶ οἳ ἂν ἐλεγχθῶσι διαβάλλοντεσ τῶν Ἑλλήνων, ὡσ προδότασ αὐτοὺσ καὶ κακόνουσ τοῖσ Ἕλλησιν ὄντασ τιμωρηθῆναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기