호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω δὲ κλέπτουσι πεφροντισμένωσ οἱ παῖδεσ, ὥστε λέγεταί τίσ ἤδη σκύμνον ἀλώπεκοσ κεκλοφὼσ καὶ τῷ τριβωνίῳ περιστέλλων, σπαρασσόμενοσ ὑπὸ τοῦ θηρίου τὴν γαστέρα τοῖσ ὄνυξι καὶ τοῖσ ὀδοῦσιν, ὑπὲρ τοῦ λαθεῖν ἐγκαρτερῶν ἀποθανεῖν. καὶ τοῦτο μὲν οὐδὲ ἀπὸ τῶν νῦν ἐφήβων ἄπιστόν ἐστιν, ὧν πολλοὺσ ἐπὶ τοῦ βωμοῦ τῆσ Ὀρθίασ ἑωράκαμεν ἐναποθνήσκοντασ ταῖσ πληγαῖσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기