호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεῖ δ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ φαιδρὰ καὶ λαμπρὰ προβάλλοντας, ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδ ἀπαλλαγῆναι.? "παλίντροπος γὰρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ τόξου," καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδ ἀμιγές. ἀλλ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλ ὁ πᾶσι χρῆσθαι καὶ μιγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος, οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων ἐπεὶ κατὰ τὸν Εὐριπίδην οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, ἀλλ ἔστι τις σύγκρασις, ὥστ ἔχειν καλῶς, οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδ ἀπαγορεύειν Β ἀλλ ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ φαῦλα καὶ τὰ χείρονα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας, ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς. οὐ γάρ, ὡς ὁ Μένανδρός φησιν, ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου ἀγαθός, ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον ἡμῶν γινόμενον παραλαμβάνουσι καὶ κατάρχονται μοῖραι καὶ δαίμονες:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기