호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νῦν δὲ τὴν ἐναντίαν γάρ, ὡσ ὁρᾷσ, Λάχησ Νικίᾳ ἔθετο, εὖ δὴ ἔχει ἀκοῦσαι καὶ σοῦ ποτέρῳ τοῖν ἀνδροῖν σύμψηφοσ εἶ. τί δέ, ὦ Λυσίμαχε; ὁπότερ’ ἂν οἱ πλείουσ ἐπαινῶσιν ἡμῶν, τούτοισ μέλλεισ χρῆσθαι; τί γὰρ ἄν τισ καὶ ποιοῖ, ὦ Σώκρατεσ; ἦ καὶ σύ, ὦ Μελησία, οὕτωσ ἂν ποιοῖσ; κἂν εἴ τισ περὶ ἀγωνίασ τοῦ ὑέοσ σοι βουλὴ εἰή τί χρὴ ἀσκεῖν, ἆρα τοῖσ πλείοσιν ἂν ἡμῶν πείθοιο, ἢ ’κείνῳ ὅστισ τυγχάνει ὑπὸ παιδοτρίβῃ ἀγαθῷ πεπαιδευμένοσ καὶ ἠσκηκώσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기