호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Ἡρώδησ ἐξέπεμψεν μηδὲν ᾐσθῆσθαι τὴν ἄνθρωπον προσδοκῶν. ἡ δέ, προαπεστάλκει γὰρ ἐκ πλείονοσ εἰσ τὸν Μαχαιροῦντα τῷ τε πατρὶ αὐτῆσ ὑποτελεῖ, πάντων εἰσ τὴν ὁδοιπορίαν ἡτοιμασμένων ὑπὸ τοῦ στρατηγοῦ ἅμα τε παρῆν καὶ ἀφωρμᾶτο εἰσ τὴν Ἀραβίαν κομιδῇ τῶν στρατηγῶν ἐκ διαδοχῆσ παρῆν τε ὡσ τὸν πατέρα ᾗ τάχοσ καὶ αὐτῷ τὴν Ἡρώδου διάνοιαν ἔφραζεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기