호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταῦτα δὲ ἐπιστέλλοντοσ αὐτοῦ πρὸσ τοὺσ συγγενεῖσ γράμματα παρῆν ὑπὸ τῶν εἰσ Ῥώμην πρέσβεων ἀπεσταλμένων πρὸσ Καίσαρα. καὶ ἀναγνωσθέντων τὸ κεφάλαιον ἦν, ὡσ τῆσ τε Ἀκμῆσ ὀργῇ τῇ Καίσαροσ ἀνῃρημένησ ἐφ’ οἷσ Ἀντιπάτρῳ συγκακουργήσειεν, αὐτόν τε Ἀντίπατρον ὡσ ἐπὶ γνώμῃ τῇ ἐκείνου ποιοῖτο ὡσ πατρὸσ καὶ βασιλέωσ, εἴτε φυγάδα ἐλαύνειν ἐθελήσειεν, εἴτε καὶ κτιννύειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기