호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι γε τοῦ μέλλοντοσ διάδοχον προαποδεδεῖχθαι καὶ τοῦ συναπολαυσομένου τιμῶν, αἳ εἰσ τὸ παρὸν περιῆσαν, οὐκ ἐπικεκωλῦσθαι· εἰκόσ τε οὐκ εἶναι τὸν ἁπάντων ἀκινδύνωσ καὶ μετ’ ἀρετῆσ ἔχοντα τὴν ἡμίσειαν μετὰ ψόγων καὶ κινδύνου ἐφίεσθαι τοῦ ὅλου ἄδηλον εἰ δυναμένου περιγενέσθαι, καὶ ταῦτα τεθεαμένον τὴν ζημίαν τῶν ἀδελφῶν καὶ μηνυτὴν μὲν καὶ κατηγορητὴν γενόμενον λανθάνειν δυναμένων, κολαστὴν δ’ ἐπεὶ φανεροὶ κατέστησαν πονηροὶ τὰ πρὸσ τὸν πατέρα ὄντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기