Flavius Josephus, Antiquitates Judaicae, Book 17 53:

(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 17 53:)

καὶ τάδε, οὐ γὰρ ἐλάνθανεν τὴν Σαλώμην, ἐξάγγελτα βασιλεῖ ἦν, καὶ ὅτι τῶν περὶ τὴν αὐλὴν διαφθείροιέν τινασ. καὶ βασιλεὺσ τῶν τε Φαρισαίων τοὺσ αἰτιωτάτουσ ἀναιρεῖ καὶ Βαγώαν τὸν εὐνοῦχον Κᾶρόν τέ τινα τῶν τότε προύχοντα ἀρετῇ τοῦ εὐπρεποῦσ καὶ παιδικὰ ὄντα αὐτοῦ. κτείνει δὲ καὶ πᾶν ὅ τι τοῦ οἰκείου συνειστήκει οἷσ ὁ Φαρισαῖοσ ἔλεγεν.

SEARCH

MENU NAVIGATION