Flavius Josephus, Antiquitates Judaicae, Book 15 214:

(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 15 214:)

τότε δ’ ἐντῶ πλείω μὲν ἢ ὀγδοήκοντα γεγονὼσ ἐτύγχανεν ἔτη, κρατοῦντα δὲ μετὰ πάσησ ἀσφαλείασ τὸν Ἡρώδην ἠπίστατο, διαβεβήκει δὲ καὶ τὸν Εὐφράτην τοὺσ ἐν τῷ πέραν τιμῶντασ αὐτὸν καταλιπὼν ὡσ ὅλοσ ἐπ’ ἐκείνῳ γενησόμενοσ· ἐγχειρεῖν οὖν τι καὶ καινοτέρων ἅπτεσθαι πάντων ἀπιθανώτατον καὶ οὐ πρὸσ τῆσ ἐκείνου φύσεωσ, ἀλλὰ ταῦτα σκῆψιν Ἡρώδου γενέσθαι.

SEARCH

MENU NAVIGATION