호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μαρτυρεῖ δέ μου τῷ λόγῳ Στράβων ὁ Καππάδοξ λέγων οὕτωσ· "Ἀντώνιοσ δὲ Ἀντίγονον τὸν Ιοὐδαῖον ἀχθέντα εἰσ Ἀντιόχειαν πελεκίζει. καὶ ἔδοξε μὲν οὗτοσ πρῶτοσ Ῥωμαίων βασιλέα πελεκίσαι, οὐκ οἰηθεὶσ ἕτερον τρόπον μεταθεῖναι ἂν τὰσ γνώμασ τῶν Ιοὐδαίων, ὥστε δέξασθαι τὸν ἀντ’ ἐκείνου καθεσταμένον Ἡρώδην· οὐδὲ γὰρ βασανιζόμενοι βασιλέα ἀναγορεύειν αὐτὸν ὑπέμειναν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기