호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπανελθὼν δ’ ἐκ τῆσ Αἰγύπτου καταλαμβάνει τὴν Συρίαν στάσει καὶ ταραχῇ νοσοῦσαν· ὁ γὰρ Ἀριστοβούλου παῖσ Ἀλέξανδροσ παρελθὼν ἐξ ὑστέρου πάλιν εἰσ τὴν ἀρχὴν κατὰ βίαν πολλοὺσ μὲν τῶν Ιοὐδαίων ἀπέστησεν, στρατεύματι δὲ μεγάλῳ τὴν χώραν ἐπερχόμενοσ ἔκτεινε πάντασ ὅσουσ ἐπιτύχοι τῶν Ῥωμαίων εἴσ τε ὄροσ τὸ καλούμενον Γαριζεὶν συμφυγόντασ προσέκειτο πολιορκῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기