호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ μὲν Ἀμάνησ, Ἀμαδάθου μὲν παῖσ Ἀμαληκίτησ δὲ τὸ γένοσ, ἀλλότριοσ ὢν τοῦ Περσῶν αἵματοσ, ἐπιξενωθεὶσ ἡμῖν ἀπέλαυσεν τῆσ πρὸσ ἅπαντασ χρηστότητοσ ἐπὶ τοσοῦτον, ὡσ πατέρα μου τὸ λοιπὸν προσαγορεύεσθαι καὶ προσκυνούμενον διατελεῖν καὶ μεθ’ ἡμᾶσ τὰ δεύτερα τῆσ βασιλικῆσ παρὰ πάντων τιμῆσ ἀποφέρεσθαι, τὴν εὐτυχίαν οὐκ ἤνεγκεν οὐδὲ σώφρονι λογισμῷ τὸ μέγεθοσ τῶν ἀγαθῶν ἐταμίευσεν, ἀλλὰ τῆσ βασιλείασ ἐπεβούλευσέ με καὶ τῆσ ψυχῆσ τὸν αἴτιον αὐτῷ τῆσ ἐξουσίασ ἀφελέσθαι, τὸν εὐεργέτην μου καὶ σωτῆρα Μαρδοχαῖον καὶ τὴν κοινωνὸν ἡμῖν τοῦ τε βίου καὶ τῆσ ἀρχῆσ Ἐσθῆρα κακούργωσ καὶ μετὰ ἀπάτησ πρὸσ ἀπώλειαν αἰτησάμενοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기