호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ δὲ φυλακῇ τῶν παρὰ Πέρσαισ νόμων, οἳ τοῖσ ἀλλοτρίοισ βλέπεσθαι τὰσ γυναῖκασ ἀπηγορεύκασιν, οὐκ ἐπορεύετο πρὸσ τὸν βασιλέα, καὶ πολλάκισ τοὺσ εὐνούχουσ ἀποστέλλοντοσ πρὸσ αὐτὴν οὐδὲν ἧττον ἐνέμεινεν παραιτουμένη τὴν ἄφιξιν, ὡσ εἰσ ὀργὴν παροξυνθέντα τὸν βασιλέα λῦσαι μὲν τὸ συμπόσιον, ἀναστάντα δὲ καὶ τοὺσ ἑπτὰ τῶν Περσῶν, οἳ τὴν τῶν νόμων ἐξήγησιν ἔχουσι παρ’ αὐτοῖσ, καλέσαντα κατηγορεῖν τῆσ γυναικὸσ καὶ λέγειν, ὡσ ὑβρισθείη πρὸσ αὐτῆσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기