호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ διατρίψασ ἐν αὐτῇ ὀλίγον χρόνον δολοφονηθεὶσ ὑπὸ τῶν πρεσβυτέρων παίδων Ἀνδρομάχου καὶ Σελευκάρου τελευτᾷ τὸν βίον καὶ ἀνετέθη τῷ ἰδίῳ ναῷ Ἀράσκῃ λεγομένῳ. καὶ οἱ μὲν φυγαδευθέντεσ ἐπὶ τῷ φόνῳ τοῦ πατρὸσ ὑπὸ τῶν πολιτῶν εἰσ τὴν Ἀρμενίαν ἀπῆραν, διαδέχεται δὲ τὴν βασιλείαν τῶν μετ’ αὐτοὺσ καταφρονῶν τοῦ Σεναχειρίμου Ἀσαραχόδδασ. καὶ τὸ μὲν τῆσ Ἀσσυρίων στρατείασ τῆσ ἐπὶ τοὺσ Ιἑροσολυμίτασ τέλοσ τοιοῦτο συνέβη γενέσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기