호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σχολαίτερον δὲ καὶ μετ’ εὐταξίασ ὥδευεν Ιηοὖσ. καταλαβὼν δὲ ἐν ἀγρῷ Ναβώθου τοῦτον Ιὤραμοσ ἐπυνθάνετο, εἰ πάντα ἔχοι καλῶσ τὰ κατὰ τὸ στρατόπεδον· βλασφημήσαντοσ δὲ πικρῶσ αὐτὸν Ιηοὖ, ὡσ καὶ τὴν μητέρα αὐτοῦ φαρμακὸν ἀποκαλέσαι, δείσασ ὁ βασιλεὺσ τὴν διάνοιαν αὐτοῦ καὶ μηδὲν ὑγιὲσ φρονεῖν αὐτὸν ὑπονοήσασ στρέψασ ὡσ εἶχε τὸ ἁρ́μα ἔφυγε, φήσασ πρὸσ Ὀχοζίαν ἐνέδρᾳ καὶ δόλῳ κατεστρατηγῆσθαι. Ιηοὖσ δὲ τοξεύσασ αὐτὸν καταβάλλει τοῦ βέλουσ διὰ τῆσ καρδίασ ἐνεχθέντοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기