호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπεμπον γὰρ αὐτῷ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἁλουργεῖσ ἐσθῆτασ καὶ ἀρωμάτων γένη πολλὰ καὶ ἵππουσ καὶ ἁρ́ματα καὶ τῶν ἀχθοφόρων ἡμιόνων ὅσουσ καὶ ῥώμῃ καὶ κάλλει τὴν τοῦ βασιλέωσ ὄψιν εὖ διαθήσειν ἐπελέγοντο, ὥστε τοῖσ οὖσιν αὐτῷ πρότερον ἁρ́μασι καὶ ἵπποισ ἐκ τῶν πεμπομένων προσθέντα ποιῆσαι τὸν μὲν τῶν ἁρμάτων ἀριθμὸν τετρακοσίοισ περισσότερον, ἦν γὰρ αὐτῷ πρότερον χίλια, τὸν δὲ τῶν ἵππων δισχιλίοισ, ὑπῆρχον γὰρ αὐτῷ δισμύριοι ἵπποι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기