호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ ἐν ταύτῃ πολλὴν τοῦ βασιλέωσ καθεώρα φρόνησιν. ὑπερεξέπληττε δ’ αὐτὴν ὅ τε οἶκοσ ὁ δρυμὼν ἐπικαλούμενοσ Λιβάνου καὶ ἡ τῶν καθ’ ἡμέραν δείπνων πολυτέλεια καὶ τὰ τῆσ παρασκευῆσ αὐτοῦ καὶ διακονίασ ἥ τε τῶν ὑπηρετούντων ἐσθὴσ καὶ τὸ μετ’ ἐπιστήμησ αὐτῶν περὶ τὴν διακονίαν εὐπρεπέσ, οὐχ ἥκιστα δὲ καὶ αἱ καθ’ ἡμέραν ἐπιτελούμεναι τῷ θεῷ θυσίαι καὶ τὸ τῶν ἱερέων καὶ Λευιτῶν περὶ αὐτὰσ ἐπιμελέσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기