호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔχω δ’ αἰτίαν τοῦ λόγου τούτου Σαοῦλον τὸν τῶν Ἑβραίων βασιλέα· οὗτοσ γὰρ καίπερ εἰδὼσ τὰ συμβησόμενα καὶ τὸν ἐπικείμενον θάνατον τοῦ προφήτου προειρηκότοσ οὐκ ἔγνω φυγεῖν αὐτὸν οὐδὲ φιλοψυχήσασ προδοῦναι μὲν τοὺσ οἰκείουσ τοῖσ πολεμίοισ καθυβρίσαι δὲ τὸ τῆσ βασιλείασ ἀξίωμα, ἀλλὰ παραδοὺσ αὑτὸν πανοικὶ μετὰ τῶν τέκνων τοῖσ κινδύνοισ καλὸν ἡγήσατο εἶναι πεσεῖν μετὰ τούτων ὑπὲρ τῶν βασιλευομένων μαχόμενοσ, καὶ τοὺσ παῖδασ ἀποθανεῖν μᾶλλον ἀγαθοὺσ ὄντασ, ἢ καταλιπεῖν ἐπ’ ἀδήλῳ τῷ ποδαποὶ γενήσονται τὸν τρόπον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기