호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
" Σαοῦλοσ δὲ ἀδικεῖν ὡμολόγει καὶ τὴν ἁμαρτίαν οὐκ ἠρνεῖτο· παραβῆναι γὰρ τὰσ ἐντολὰσ τοῦ προφήτου· κατὰ μέντοι γε δέοσ καὶ τὸν ἀπὸ τῶν στρατιωτῶν φόβον μὴ κωλῦσαι διαρπάζοντασ αὐτοὺσ τὴν λείαν μηδ’ ἐπισχεῖν. ἀλλὰ συγγίνωσκε καὶ πρᾷοσ ἴσθι· φυλάξεσθαι γὰρ εἰσ τοὐπιὸν ἁμαρτεῖν, παρεκάλει δὲ τὸν προφήτην ὑποστρέψαντα θυσίασ χαριστηρίουσ ἐπιτελέσαι τῷ θεῷ· ὁ δὲ, οὐ γὰρ ἑώρα τὸν θεὸν διαλλαττόμενον, ἀπῄει πρὸσ ἑαυτόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기