호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νικᾷ δὲ τὰσ προειρημένασ γνώμασ ἀνδρῶν ἔν τε τοῖσ ἐπάνω χρόνοισ συνέσει καὶ φρονήσει διαφέρειν πεπιστευμένων συμβουλία καὶ τότε μάλιστα δοξάντων· ἁρμοζόντωσ λέγειν τοῖσ παροῦσιν, οἳ μήτ’ ἀποπέμπειν ἔφασαν τὴν κιβωτὸν μήτε κατασχεῖν, ἀλλὰ πέντε μὲν ἀνδριάντασ ὑπὲρ ἑκάστησ πόλεωσ χρυσοῦσ ἀναθεῖναι τῷ θεῷ χαριστήριον, ὅτι προενόησεν αὐτῶν τῆσ σωτηρίασ καὶ κατέσχεν ἐν τῷ βίῳ διωκομένουσ ἐξ αὐτοῦ παθήμασιν, οἷσ οὐκέτι ἦν ἀντιβλέψαι, τοσούτουσ δὲ τὸν ἀριθμὸν μύασ χρυσοῦσ τοῖσ κατανεμηθεῖσιν αὐτῶν καὶ διαφθείρασι τὴν χώραν ἐμφερεῖσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기