호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴργεται δὲ τῆσ ἐπιθυμίασ ὑπὸ νόσου χαλεπῆσ αὐτῷ προσπεσούσησ ἐκ θεοῦ καὶ τῶν ἰατρῶν αὐτὸν ἀπεγνωκότων ὑπνώσασ ὄναρ ὁρᾷ μηδὲν ὑβρίζειν τὴν τοῦ ξένου γυναῖκα, καὶ ῥᾷον διατεθεὶσ φράζει πρὸσ τοὺσ φίλουσ, ὡσ ὁ θεὸσ ταύτην αὐτῷ ἐπάγει τὴν νόσον ὑπὲρ ἐκδικίασ τοῦ ξένου φυλάσσων ἀνύβριστον αὐτῷ τὴν γυναῖκα, μὴ γὰρ ἀδελφὴν οὖσαν ἐπάγεσθαι νόμῳ δ’ αὐτῷ συνοικοῦσαν, ἐπαγγέλλεταί τε παρέξειν αὑτὸν εὐμενῆ τὸ λοιπὸν ἀδεοῦσ ἐκείνου περὶ τὴν γυναῖκα γενομένου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기