호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ θεὸσ ἥττονα γυναικείασ συμβουλίασ αὐτὸν γενόμενον ὑπετίθει τιμωρίᾳ, τὴν γῆν οὐκέτι μὲν οὐδὲν αὐτοῖσ ἀναδώσειν αὐτομάτωσ εἰπών, πονοῦσι δὲ καὶ τοῖσ ἔργοισ τριβομένοισ τὰ μὲν παρέξειν, τῶν δ’ οὐκ ἀξιώσειν. Εὐάν δὲ τοκετοῖσ καὶ ταῖσ ἐξ ὠδίνων ἀλγηδόσιν ἐκόλαζεν, ὅτι τὸν Ἄδαμον οἷσ αὐτὴν ὁ ὄφισ ἐξηπάτησε τούτοισ παρακρουσαμένη συμφοραῖσ περιέβαλεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기