- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 54 4:

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 54 4:)

καὶ οὐκέτι προστίθημι, ὅτι τῆς μὲν ὠμότητος, ἣν ἐν οἷς καθάπαξ τινῶν κατέστη κύριος ὁ Φίλιππος ἔστιν ἰδεῖν, ἑτέροις πειραθῆναι συνέβη, τῆς δὲ φιλανθρωπίας, ἣν τὰ λοιπὰ τῶν πραγμάτων ἐκεῖνος περιβαλλόμενος πρὸς ὑμᾶς ἐπλάττετο, ὑμεῖς καλῶς ποιοῦντες τοὺς καρποὺς ἐκομίσασθε. καὶ ἐν οἷς τοὺς προδιδόντας τῷ Φιλίππῳ τὰ πράγματα πάντων αἰτίους ἀποφαίνει τῶν συμβεβηκότων τοῖς Ἕλλησι κακῶν, κατὰ λέξιν οὕτως γράφει: καίτοι νὴ τὸν Ἡρακλέα καὶ πάντας θεούς, εἴ γ ἐπ ἀληθείας δέοι σκοπεῖσθαι ἢ τὸ καταψεύδεσθαι καὶ δι ἔχθραν τι λέγειν ἀνελόντας ἐκ μέσου, τίνες ὡς ἀληθῶς ἦσαν οἷς ἂν εἰκότως καὶ δικαίως τὴν τῶν γεγενημένων αἰτίαν ἐπὶ τὴν κεφαλὴν ἀναθεῖεν ἅπαντες, τοὺς ὁμοίους τούτῳ παρ ἑκάστῃ τῶν πόλεων εὑρ´οιτ ἄν, οὐχὶ τοὺς ἐμοί:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION