호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ οἱ στρατηγοὶ προσέτι ἑκατέρων, εἴ τινά που ὁρῷεν μὴ κατ’ ἀνάγκην πρύμναν κρουόμενον ἀνακαλοῦντεσ ὀνομαστὶ τὸν τριήραρχον ἠρώτων, οἱ μὲν Ἀθηναῖοι, εἰ τὴν πολεμιωτάτην γῆν οἰκειοτέραν ἤδη τῆσ οὐ δι’ ὀλίγου πόνου ἐκτημένησ θαλάσσησ ἡγούμενοι ἀποχωροῦσιν· οἱ δὲ Συρακόσιοι, εἰ οὓσ σαφῶσ ἴσασι προθυμουμένουσ Ἀθηναίουσ παντὶ τρόπῳ διαφυγεῖν, τούτουσ αὐτοὶ φεύγοντασ φεύγουσιν. ὅ τ’ ἐκ τῆσ γῆσ πεζὸσ ἀμφοτέρων ἰσορρόπου τῆσ ναυμαχίασ καθεστηκυίασ πολὺν τὸν ἀγῶνα καὶ ξύστασιν τῆσ γνώμησ εἶχε, φιλονεικῶν μὲν ὁ αὐτόθεν περὶ τοῦ πλείονοσ ἤδη καλοῦ, δεδιότεσ δὲ οἱ ἐπελθόντεσ, μὴ τῶν παρόντων ἔτι χείρω πράξωσι. πάντων γὰρ δὴ ἀνακειμένων τοῖσ Ἀθηναίοισ ἐσ τὰσ ναῦσ ὅ τε φόβοσ ἦν ὑπὲρ τοῦ μέλλοντοσ οὐδενὶ ἐοικὼσ καὶ διὰ τὸ ἀνώμαλον καὶ τὴν ἔποψιν τῆσ ναυμαχίασ ἐκ τῆσ γῆσ ἠναγκάζοντο ἔχειν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기