호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄλλων τε πολλῶν καὶ καλῶν ἔργων ἕνεκα, ὦ ἄνδρεσ, ἄξιον Ἡρακλέουσ μεμνῆσθαι καὶ ὅτι τόνδε τὸν ἀγῶνα πρῶτοσ συνήγειρε δι’ εὔνοιαν τῆσ Ἑλλάδοσ. ἐν μὲν γὰρ τῷ τέωσ χρόνῳ ἀλλοτρίωσ αἱ πόλεισ πρὸσ ἀλλήλασ διέκειντο, ἐπειδὴ δὲ ἐκεῖνοσ τοὺσ τυράννουσ ἔπαυσε καὶ τοὺσ ὑβρίζοντασ ἐκώλυσεν, ἀγῶνα μὲν σωμάτων ἐποίησε, φιλοτιμίαν δὲ πλούτῳ, γνώμησ δ’ ἐπίδειξιν ἐν τῷ καλλίστῳ τῆσ Ἑλλάδοσ, ἵνα τούτων ἁπάντων ἕνεκα εἰσ τὸ αὐτὸ συνέλθωμεν, τὰ μὲν ὀψόμενοι, τὰ δ’ ἀκουσόμενοι. ἡγήσατο γὰρ τὸν ἐνθάδε σύλλογον ἀρχὴν γενήσεσθαι τοῖσ Ἕλλησι τῆσ πρὸσ ἀλλήλουσ φιλίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기