호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο τὸ προοίμιον ἁπάσασ ἔχει τὰσ ἀρετάσ, ὅσασ δεῖ τὸ προοίμιον ἔχειν. δηλώσουσι δὲ οἱ κανόνεσ αὐτῷ παρατεθέντεσ οἱ τῶν τεχνῶν. ἅπαντεσ γὰρ δή που παραγγέλλουσιν οἱ συνταξάμενοι τὰσ τέχνασ, ὅταν πρὸσ οἰκείουσ ὁ ἀγών, σκοπεῖν ὅπωσ μὴ πονηροὶ μηδὲ φιλοπράγμονεσ οἱ κατήγοροι φανήσονται. κελεύουσίν τε πρῶτον μὲν τὴν αἰτίαν εἰσ τοὺσ ἀντιδίκουσ περιιστάναι καὶ τοῦ ἐγκλήματοσ καὶ τοῦ ἀγῶνοσ καὶ λέγειν, ὅτι μεγάλα τἀδικήματα καὶ οὐκ ἐνῆν αὐτὰ μετρίωσ ἐνεγκεῖν καὶ ὅτι ὑπὲρ ἀναγκαιοτέρων προσώπων ὁ ἀγὼν καὶ ἐρήμων καὶ ἧττον ὑπεροφθῆναι ἀξίων, οἷσ μὴ βοηθοῦντεσ κακίουσ ἂν ἐφάνησαν· καὶ ὅτι προκαλούμενοι τοὺσ ἀντιδίκουσ εἰσ διαλλαγὰσ καὶ φίλοισ τὰ πράγματα ἐπιτρέποντεσ καὶ τὰ δυνατὰ ἐλαττοῦσθαι ὑπομένοντεσ οὐδενὸσ ἠδυνήθησαν τυχεῖν τῶν μετρίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기