호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀχθόμενοσ δ’ ἐπὶ τῇ κωλύσει καὶ δι’ ὀργῆσ ἔχων τὸν Νέβιον ὁ βασιλεὺσ καταβαλεῖν αὐτοῦ τὴν ἐπιστήμην εἰσ τὸ μηδὲν ἐπεχείρησεν, ὡσ ἀλαζονευομένου καὶ μηθὲν ἀληθὲσ λέγοντοσ. ταῦτα διανοηθεὶσ ἐκάλει τὸν Νέβιον ἐπὶ τὸ βῆμα πολλοῦ παρόντοσ ὄχλου κατὰ τὴν ἀγοράν. προδιαλεχθεὶσ δὲ τοῖσ περὶ αὐτὸν δι’ οὗ τρόπου ψευδόμαντιν ἀποδείξειν τὸν οἰωνοσκόπον ὑπελάμβανεν, ἐπειδὴ παρεγένετο φιλανθρώποισ αὐτὸν ἀσπασμοῖσ ἀναλαβών, Νῦν, ἔφη, καιρὸσ ἐπιδείξασθαί σε τὴν ἀκρίβειαν τῆσ μαντικῆσ ἐπιστήμησ, ὦ Νέβιε. πράξει γὰρ ἐπιχειρεῖν μεγάλῃ διανοούμενοσ, εἰ τὸ δυνατὸν αὐτῇ πρόσεστι μαθεῖν βούλομαι. ἀλλ’ ἄπιθι καὶ διαμαντευσάμενοσ ἧκε ταχέωσ, ἐγὼ δ’ ἐνθάδε καθήμενοσ ἀναμενῶ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기