호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γενόμενοσ δὲ τῶν πόλεων κατὰ τάσδε τὰσ ὁμολογίασ ὁ βασιλεὺσ κύριοσ ἐπιεικέστατα πάσαισ προσηνέχθη καὶ μετριώτατα. οὔτε γὰρ ἀπέκτεινεν οὔτε φεύγειν ἠνάγκασεν οὔτε χρήμασιν ἐζημίωσε Λατίνων οὐδένα γῆν τε αὐτοῖσ καρποῦσθαι τὴν ἑαυτῶν ἐπέτρεψε καὶ πολιτεύμασι χρήσασθαι τοῖσ πατρίοισ ἐφῆκεν, ἀποδοῦναι δὲ αὐτοὺσ ἐκέλευσε Ῥωμαίοισ τούσ τε αὐτομόλουσ καὶ τοὺσ αἰχμαλώτουσ ἄνευ λύτρων θεράποντάσ τε ἀποκαταστῆσαι τοῖσ δεσπόταισ ὅσων ἐγένοντο κατὰ τὰσ προνομὰσ κύριοι καὶ χρήματα ὅσα τοὺσ γεωργοὺσ ἀφείλοντο διαλῦσαι καὶ εἴ τι ἄλλο κατέβλαψαν ἢ διέφθειραν ἐν ταῖσ εἰσβολαῖσ ἐπανορθῶσαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기