호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἰγιαλοὺσ ἀλιμένουσ καὶ προσεχεῖσ, οὓσ τὸ Τυρρηνικὸν ποιεῖ πέλαγοσ, μικρὰ δὲ καὶ οὐκ ἄξια λόγου τὴν Ῥώμην ὠφελοῦντοσ διὰ τὸ μηθὲν ἐπὶ ταῖσ ἐκβολαῖσ ἔχειν φρούριον, ὃ τὰσ εἰσκομιζομένασ διὰ θαλάττησ καὶ καταγομένασ ἄνωθεν ἀγορὰσ ὑποδέξεταί τε καὶ ἀμείψεται τοῖσ ἐμπορευομένοισ, ἱκανοῦ δὲ ὄντοσ ἄχρι μὲν τῶν πηγῶν ποταμηγοῖσ σκάφεσιν εὐμεγέθεσιν ἀναπλεῖσθαι, πρὸσ αὐτὴν δὲ τὴν Ῥώμην καὶ θαλαττίαισ ὁλκάσι μεγάλαισ, ἐπίνειον ἔγνω κατασκευάζειν ἐπὶ ταῖσ ἐκβολαῖσ αὐτοῦ λιμένι χρησάμενοσ αὐτῷ τῷ στόματι τοῦ ποταμοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기