호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
στρατιᾶσ δὲ πολλῆσ παρὰ τῶν Οὐιεντανῶν ἐξελθούσησ καὶ πέραν τοῦ Τεβέριοσ ποταμοῦ πρὸσ τῇ Φιδηναίων πόλει χάρακα θεμένησ ἀναλαβὼν τὴν δύναμιν ἦγεν ὡσ εἶχε τάχουσ καὶ πρῶτον μὲν τῶν ἐπὶ τὴν χώραν ἐξόδων αὐτοὺσ ἀπέκλεισεν ἱπποκρατῶν, ἔπειτ’ εἰσ παράταξιν προελθεῖν ἀναγκάσασ ἐνίκησε καὶ τοῦ χάρακοσ αὐτῶν ἐκράτησε. χωρήσαντοσ δὲ αὐτῷ καὶ τούτου κατὰ γνώμην τοῦ πολέμου τὴν ἐπινίκιον πομπὴν καὶ τὸν εἰωθότα θρίαμβον τοῖσ θεοῖσ κατήγαγεν εἰσ τὴν πόλιν ἀφικόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기