Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 26 3:

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 26 3:)

συνεὶσ δὲ τὴν διάνοιαν αὐτοῦ καὶ μισήσασ τὴν παλινπροδοσίαν ὁ Τύλλοσ οὐδὲν ἐξελέγχειν ᾤετο δεῖν κατὰ τὸ παρόν, ἑώσ ἂν ὑφ’ ἑαυτῷ ποιήσηται τὸν ἄνδρα, ἀλλ’ ἐπαινεῖν τε τὴν ἀναχώρησιν αὐτοῦ τὴν ἐπὶ τὰ μετέωρα πρὸσ πολλοὺσ τῶν παρόντων ὡσ ἀπὸ παντὸσ τοῦ βελτίστου γενομένην ἐσκήπτετο καὶ τῶν ἱππέων μοῖράν τινα πέμψασ ὡσ αὐτὸν ἠξίου τελείαν ἀποδείξασθαι τὴν προθυμίαν, τοὺσ μὴ δυνηθέντασ εἰσ τὰ τείχη τῶν Φιδηναίων καταφεύγειν ἀλλ’ ἐσκεδασμένουσ ἀνὰ τὴν χώραν συχνοὺσ ὄντασ κελεύων διερευνώμενον ἀποκτείνειν.

SEARCH

MENU NAVIGATION